Εμφάνιση αναρτήσεων με ετικέτα ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 21 Απριλίου 2012

ΑΠΟΣΠΑΣΜΑ ΘΕΟΛΟΓΙΚΟΥ ΛΟΓΟΥ ΤΡΙΤΟΥ ΠΕΡΙ ΥΙΟΥ


ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ:
Ἐγεννήθη μέν, ἀλλὰ καὶ ἐγεγέννητο· ἐκ γυναικὸς μέν, ἀλλὰ καὶ παρθένου. τοῦτο ἀνθρώπινον, ἐκεῖνο θεῖον. ἀπάτωρ ἐντεῦθεν, ἀλλὰ καὶ ἀμήτωρ ἐκεῖθεν. ὅλον τοῦτο θεότητος. ἐκυοφορήθη μέν, ἀλλ' ἐγνώσθη προφήτῃ καὶ αὐτῷ κυοφορουμένῳ, καὶ προσκιρτῶντι τοῦ λόγου, δι' ὃν ἐγένετο. ἐσπαργανώθη μέν, ἀλλ' ἀποσπαργανοῦται τὰ τῆς ταφῆς ἀνιστάμενος. ἐν φάτνῃ μὲν ἀνελκίθη, ἀλλ' ὑπ' ἀγγέλων ἐδοξάσθη, καὶ ὑπ' ἀστέρος ἐμηνύθη, καὶ ὑπὸ μάγων προσεκυνήθη.